The section that begins:
Newton: I had something more, sir, to say...
and concludes:
...nor think the milling pays for the alloy.
M. L. West:
Καὶ ὅς, ἤθελον δέ, ἔφη, ὦ Θρασύμαχε, ὁ Γλαύκων, καὶ ἄλλο τι λέγειν, ἢ μᾶλλον ἄλλο τι ἤθελόν σε ἐρέσθαι περὶ τῆς φιλίας. καὶ ὁ Θρασύμαχος, πάντας μέν, ἔφη, δεῖ φυλάττεσθαι αὐτὴν τίνα τρόπον ποιήσονται, τοὺς δὲ φιλομαθεῖς πάντων μάλιστα. οἱ μὲν γὰρ νεώτεροι ἐάν τι παραινῶσιν ἢ νουθετῶσι περὶ τούτου τοῦ πράγματος, ὡς πρὸ καιροῦ καὶ οὐ πρεπόντως λεγόμενον ἄν τις ἀκούοι· φανερὸς δ’ ἂν εἴη ὁ νουθετῶν ἢ θράσους μεστὸς ὢν ἢ ὑποψίας. ἀλλ’ ὅταν παρὰ τηλικοῦδε ἀνδρὸς ἀκούσῃς, ὑπερφυῶς τε αὐτοῦ ηὐτυχηκότος καὶ ὁμοίαν προορῶντος τὴν εὐδαιμονίαν ἐν τοῖς ἐγγὺς αὐξανομένοις, ἀποδεκτέον ὡς θεωροῦ σώφρονος ποδηγοῦντος καὶ πάντα διδάσκοντος ὅσα εἶδε κατὰ τὴν ὁδόν, ἅτε πολλὴν ἤδη πεπορευμένος καὶ ἐγγὺς ὢν τοῦ τέλους, σὺ δ’ ἄρτι ὥρμησαι. μηδέποτε οὖν μηδένα ποιοῦ φίλον μηδὲ φοιτᾶν ἔα παρὰ σοί, ὅστις μὴ πλέονα σοῦ εἰδῇ σπουδαίου τινὸς πράγματος πέρι. οὐδὲν γὰρ διαφέρει οὔτε γένους οὔτ’ ἀρετῶν πῶς ἔχει, ἀλλ’ ἐπιτηδεύοντά σε ὁτιοῦν κωλύσει καὶ τῶν μεγάλων ἐφιεμένῳ ἐμποδὼν γενήσεται. καὶ μὴν εἰ περὶ τοιούτου μεγέθους σπουδάζοις οἷον βασιλεὺς ἂν δωροῖτο, ἢ οἷον ἂν καὶ δούλῳ περιβαλλόμενον ἐξισοῖ ἂν αὐτὸν τῷ ἄλλῳ ὁμίλῳ προσορᾶν, οὐκ ἄν εἰς καιρὸν ταῦτα παρῄνουν· ἀλλ’ ἐπεὶ τὰ ὡς ἀληθῶς καὶ ἐτύμως ὑπερβάλλοντα μεγέθη οὐκ ἔστιν εἰ μὴ αὐτὸν ἐν ἑαυτῷ τρέφειν, μηδὲ ἐπ’ ἄλλων τινῶν ἢ τῶν ὑπὸ τοῦ θεοῦ τεθειμένων βάθρων, οὐδένα ἄλλον ἐατέον μετασχεῖν τοῦ πράγματος, ἀλλὰ πάντως ἀπαμυντέον, μὴ φορτικῶς ἀλλ’ ὅμως. καὶ μὴ προσποιοῦ αὐτάρκης τις εἶναι μηδὲ ὑπεροπτικός· τὸ ἐκείνων νόμισμα δέχου καὶ μὴ ἀποδοκίμαζε, ἀλλ’ ὅπως μὴ ἀνταλλάξῃ αὐτὸ τοῦ ἀπέφθου χρυσίου ὅ σὺ ἔχεις, μηδὲ τοῦ καλοῦ χαρακτῆρος ἕνεκα τὸ κίβδηλον τιμήσεις.