Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

mwh wrote:You mean θήκας? But shd be θείς.
επι: υπο?
Why not απέθανεν?
Thanks!

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τλβ', τλγ', τλδ'

Ταῦρος καὶ αἶγες ἄγριαι

Image

Ταῦρός τις λέοντα φυγὼν εἰς σπήλαιον εἰσῆλθεν ὅπου αἶγες ἦσαν. Αἱ μὲν ἐπετίθεντο αὐτῷ, ὁ δὲ τὸν λέοντα δεδοικὼς ὑπέμενεν αὐτάς.

Ἀνάγνωσις τοῦ τλβ' μύθου

Ταὼν καὶ γέρανος

Image

Ταώς τις κατεφρόνει γεράνου ὡς οὐδὲν καλὸν ἐπὶ τοῖς πτεροῖς ἔχοντος. Ὁ δὲ γέρανος ἀπεκρίνατο λέγων ὅτι αὐτὸς μὲν πρὸς τὰς ἀστέρας πέτοιτο, ὁ δὲ ταὼς μετὰ τῶν ὀρνίθων μένοι.

Ἀνάγνωσις τοῦ τλγ' μύθου

Ταὼς καὶ κολοιός

Image

Ὁ ταὼς ὑπερήφανος ὢν ἐβούλετο βασιλεὺς τῶν ὀρνέων γενέσθαι. Ἔφη γὰρ κάλλιστος αὐτῶν εἶναι. Ἀλλ' ὦ τᾶν, ἤρετο ὁ κολοιός, πῶς βασιλεὺς χειροτονηθεὶς σώσεις ἡμᾶς, ἐὰν ὁ ἀετὸς ἐπίῃ ἡμῖν;

Ἀνάγνωσις τοῦ τλδ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τλε', τλϛ', τλζ'

Τέττιξ καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις τέττιγος ἀκούσασα ᾔτησεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ δένδρου ὡς ἐπιθυμοῦσα θεωρεῖν τὸν τοιαύτην φωνὴν ἔχοντα. Ὁ δὲ τέττιξ οὐ πιστεύσας, εἶδέ γάρ τοτε πτερὰ τέττιγος ἐν τῷ κόπρῳ ἀλώπεκος, ἀφῆκε φύλλον. Ἡ δὲ ἀλώπηξ εὐθὺς ἐπῆλθεν ἐπ' ἐκεῖνον, καταγελῶντος τοῦ τέττιγος.

Ἀνάγνωσις τοῦ τλε' μύθου

Τέττιξ καὶ μύρμηκες

Image

Τοῦ χειμῶνος ὁ τέττιξ προσελθὼν παρὰ τοὺς μήρμυκας ἐδεήθη σίτου. Μαθόντες δὲ οἱ μήρμυκες ὅτι ὁ μὲν τέττιξ διὰ τοῦ θέρους ᾖδε, αὐτοὶ δὲ ἐπόνουν, οὐδὲν ἔδοσαν· χρή σε, ἔφη τις αὐτῶν, τότε ᾄδοντα νῦν ὀρχεῖσθαι.

Ἀνάγνωσις τοῦ τλϛ' μύθου


Τοῖχος καὶ πάλος

Image

Τοῖχος ὑπὸ πάλου διαρρηγνύμενος ἤρετο διὰ τί τοῦτο ποιοίη. Οὔποτε γὰρ ὁ τοῖχος ἀδικήσαι τὸν πάλον. Ὁ δὲ ὑπολαβὼν εἶπεν ὅτι ὁ ὀπίσω αὐτοῦ ἄνθρωπος αἴτιος εἴη.

Ἀνάγνωσις τοῦ τλζ' μύθου

Ἡ βίβλος

mwh
Textkit Zealot
Posts: 4790
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

τλδ. Ἦν γὰρ κάλλιστος αὐτῶν: Wouldn’t ειναι be better?

τλε. παρῄνεσε: ῃτησε?
Ὁ μὲν τέττιξ: ο δε τ.
ἐπῆλθεν αὐτό: αυτῳ (or better εκεινῳ) or επ’αυτο

τλς. οὐδὲν δόντες: εδοσαν

τλζ. διαρρηγνὺς: διαρρηγνυμενος!
ἤρετο αὐτῷ: αυτον (or omit)
ὁ τοῖχος ἠδίκησε: αδικησαι better

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Thank you!

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Μᾶρκος τῷ Βεδωερε χαίρειν ἐν Κυρίῳ πλεῖστα κελεύει.
bedwere wrote:Τοῖχος καὶ πάλος

Image

Τοῖχος ὑπὸ πάλου διαρρηγνύμενος ἤρετο διὰ τί τοῦτο ποιοίη. Οὔποτε γὰρ ὁ τοῖχος ἀδικήσαι τὸν πάλον. Ὁ δὲ ὑπολαβὼν εἶπεν ὅτι ὁ ὀπίσω αὐτοῦ ἄνθρωπος αἴτιος εἴη.
δηλοῖ ὁ μῦθος ὅτι οὐκ οἱ ἧλοι τὸν Ἰησοῦν ἀπέκτεινε, οὐδὲ ἡ σφῦρα, ἀλλ' οἱ ἄνθρωποι.
Ἡ βίβλος wrote:337
Τοῖχος καὶ πάλος.
ἆρα δεῖ γράφειν τὸ πλος?

ἔρρωσο ἐν Χριστῷ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τλη', τλθ', τμ'

Τοξότης καὶ λέων

Image

Ἀφικομένου τοξότου τινὸς εἰς τὴν ὕλην, πάντα τὰ ζῷα ἔφυγε πλὴν τοῦ λέοντος. Ὁ δὲ θηρευτὴς βέλος ἀφεὶς ἐτραυμάτισε τὸν λέοντα λέγων· οὗτός ἐστιν ὁ ἄγγελός μου πρὸς σέ. Ἐπεῖτα δ´ αὐτὸς πρόσειμι. Ὁ οὖν λέων λυπούμενος ἀπέδραμεν. Τῇ δὲ ἀλώπεκι λεγούσῃ ὅτι δέοι ἐκεῖνον θαρρεῖν, ὁ λέων· σῖγα, ἐφη. Τοιούτου γὰρ τοῦ ἀγγέλου ὄντος, πῶς ἔσται ὁ ἠγγελμένος;

Ἀνάγνωσις τοῦ τλη' μύθου

Τράγος καὶ ἄμπελος

Image

Τράγος τις κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Ἡ δ' ὑπολαβοῦσα· ὦ οὗτος, ἔφη, σὺ μὲν διαφθέρεις τὴν βλάστην μου ἀντὶ τῆς πόας. Ἐγὼ δὲ παρέξω τὸν οἶνον τοὶς ἀνθρώποις τοῖς θύσουσί σε.

Ἀνάγνωσις τοῦ τλθ' μύθου

Ὕαιναι

Image

Κατὰ τοὺς παλαιοὺς αἱ ὕαιναι ἀλλάττονται τὴν φύσιν· οἱ μὲν γὰρ ἄρσενες γίγνονται θηλεῖαι, αἱ δὲ θήλειαι ἄρσενες. Ὕαινα δὲ θήλεια ὑπὸ ἄρσενος ἀδικηθεῖσα· τάχυ, ἔφη, τιμωρήσομαί σε.

Ἀνάγνωσις τοῦ τμ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τμα', τμβ', τμγ'

Ὕαινα καὶ ἀλώπηξ

Image

Ἡ ἀλώπηξ γνοῦσα τὴν ὕαιναν κατὰ ἔτος ἀλλασσομένην τὴν φύσιν, διὰ τὴν ἀμφιβολίαν οὐκ ἐβουλήθη φιλίαν μετ' αὐτῶν γενέσθαι.

Ἀνάγνωσις τοῦ τμα' μύθου

Ὗς καὶ κύων <περὶ εὐτοκίας>

Image

Ὦ αὑτή, ἔφη ἡ κύων, τάχιστα πάντων τῶν τετραπόδων τίκτω ἔγωγε. Ἀπεκρίνατο δ' ἡ ὗς λέγουσα· πάνυ γε, ἀλλὰ τὰ τέκνα σού ἐστι τυφλά.

Ἀνάγνωσις τοῦ τμβ' μύθου

Φαλακρὸς ἱππεύς

Image

Ἱππεύς τις οὐκέτι ἔχων τὰς ἑαυτοῦ τρίχας, ἐπιθεὶς ἄλλας χειροποιήτους ἐπὶ τὴν ἄκρην κεφαλήν, ἤλαυνεν. Τοῦ δὲ ἀνέμου τὰς τρίχας ἀπολαβόντος, πάντες οἱ περιτυγχάνοντες ἐγέλασαν. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ θαῦμα εἴη τὰς ξένας τρίχας καταλιπεῖν τὸν ὑπὸ τῶν ἑαυτοῦ καταλελειμμένον.

Ἀνάγνωσις τοῦ τμγ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

χαῖρε.
Αἴσωπος wrote:Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις.
τὴν σὴν παράφρασιν φιλῶ λίαν.
Ῥοβέρτο wrote:πάνυ γε, ἀλλὰ τὰ τέκνα σού ἐστι τυφλά.
καὶ ἄλλην παράφρασιν δεδέγμεθα.
Chambry 1925, Aliter wrote:Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς σαυτῆς σκύλακας τίκτεις.
νῦν δὲ παραφράζω ἔγωγε:

εἰπὼν δὲ ταῦτα, γνῶθί σε τοὺς μὴ βλέποντας τίκτεις.

ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

mwh
Textkit Zealot
Posts: 4790
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

Αἴσωπος wrote:Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις.
The allusion is to a very old proverb, referenced already in Archilochus’ spunky poem (the “Cologne epode”) about his seduction of a young girl in which he rejects the now older Neobule:
δέ]δοιχ’ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπ]ουδῇ ἐπειγόμενος
τὼς ὥσπερ ἡ κ[ύων τέκω.
“I’m afraid of giving birth to blind and premature creatures from over-eager hastiness just like the (proverbial) bitch.”
Markos wrote: νῦν δὲ παραφράζω ἔγωγε:

εἰπὼν δὲ ταῦτα, γνῶθί σε τοὺς μὴ βλέποντας τίκτεις.
Markos, this won’t do. εἰπὼν should be ειποῦσα, and the rest is ungrammatical nonsense, as surely you can see.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τμδ', τμε', τμϛ'

Φιλάργυρος

Image

Ἄνθρωπός τις τὸ ἀργύριον φιλῶν συλλέξας πᾶσαν τὴν οὐσίαν εἰς μίαν χρυσῆν βῶλον ἔκρυψεν ὑπὸ τῆς γῆς. Καὶ καθ' ἡμέραν ἐπεσκόπει αὐτήν. Ἐπεῖτα δὲ ἐργάτης τις κατανοῶν αὐτὸν λάθρᾳ ἔκλεψε τὸν χρυσόν. Ὁ οὖν φιλάργυρος λίαν ἔκλαιεν. Αὐτοῦ δέ τις ἀκούσας καὶ τὴν αἰτίαν τῶν στεναγμῶν μαθών· μὴ φροντίζῃ, ἔφη, ὅτι ἔξεστί σοι λίθον ἀντὶ τοῦ χρυσοῦ θέντι τὴν αὐτὴν ἀπόλαυσιν ἀπ' αὐτοῦ ἔχειν.

Ἀνάγνωσις τοῦ τμδ' μύθου

Χαλκεὺς καὶ κυνάριον

Image

Ὁ τοῦ χαλκέως κύων ἐκοιμᾶτο μὲν τοῦ δεσπότου ἐργαζομένου, ἠγείρετο δὲ τοῦ δεσπότου ἐσθίοντος. Ὁ μέντοι χαλκεὺς ἐλέγξας αὐτοῦ τὴν κακίαν ἔδωκεν αὐτῷ ὀστοῦν.

Ἀνάγνωσις τοῦ τμε' μύθου

Χειμὼν καὶ ἔαρ

Image

Ὁ χειμὼν καὶ τὸ ἔαρ ἤριζον. Ὁ μὲν γὰρ χειμὼν εἶπεν ἔαρος τοὺς ἀνθρώπους σχολάζειν ἐν τοῖς ἄγροις ἄνθη συλλέγοντας ἢ πλεῖν οὐ φροντίζοντας τῶν ἀνέμων. Αὐτὸς δὲ σκληρὸς δεσπότης ὢν κωλύειν τοὺς ἀνθρώπους οἴκοθεν ἐξιέναι. Τὸ δὲ ἔαρ ὑπολαβόν· διὰ τοῦτο ἔφη, πάντες οἱ βροτοὶ μισοῦσιν μὲν σέ, φιλοῦσι δὲ ἐμέ.

Ἀνάγνωσις τοῦ τμϛ' μύθου

Ἡ βίβλος

mwh
Textkit Zealot
Posts: 4790
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

τμε. τῆς δεσπότου ἐργαζομένου?!
τμζ. Αὐτὸν δὲ σκληρὸν δεσπότην ὄντα should be nom. (I haven’t seen the original.)

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Many thanks!

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τμζ', τμη', τμθ'

Χελιδὼν καὶ δράκων

Image

Χελιδών τις ἐποιήσατο τὴν νεοσσιὰν ἐν δικαστηρίῳ. Ἀποπταμένης δ' αὐτῆς, ὄφις ἀναβὰς κατέφαγε τοὺς νεοττούς. Ἡ δὲ ἐπανελθοῦσα οὐκ ἀνεπαύετο ὑπ' ἄλλης ὅτι ἐν τῷ τόπῳ τοῦ δικαίου λάβοι ἀδικίαν.

Ἀνάγνωσις τοῦ τμζ' μύθου

Χελιδὼν καὶ κορώνη <περὶ κάλλους φιλονεικοῦσαι>


Image

Ἡ μὲν χελιδὼν ἐνόμιζε καλλίων εἶναι τῆς κορώνης. Ἡ δὲ κορώνη ᾔνεσε τὸ ἑαυτῆς σῶμα διὰ τοῦς χειμῶνος διαμένον.

Ἀνάγνωσις τοῦ τμη' μύθου

Χελιδὼν καὶ ὄρνιθες

Image

Ἡ χελιδὼν ἰδοῦσα τὸν ἰξὸν ἤδη παρεσκευασμένον ὥστε τοὺς ἀνρθώπους αὐτῷ χρωμένους συλλαμβάνειν τὰ πετεινά, ἐκάλεσε τοὺς ἄλλους ὄρνιθας εἰς ἐκκλησίαν. Δεῖ ἡμᾶς, ἔφη, ἢ διαφθεῖραι τὰς δρύας ὅπου ὁ ἰξὸς φύεται, ἢ ἱκετεῦσαι τοὺς ἀνθρώπους μὴ ἐκείνῳ χρῶνται. Οἱ μέντοι ὄρνιθες οὐ πεισθέντες κατεγέλασαν αὐτήν. Ἡ μὲν οὖν χελιδὼν παρὰ τοὺς ἀνθρώπους προσελθοῦσα ἐκεῖ παροικεῖ ἐν ἀσφαλείᾳ. Οἱ δ' ὄρνιθες ἐν κινδύνῳ διὰ τὸν ἰξὸν ὄντες φοιτῶσι τοὺς ἀγρούς τε καὶ τὰς ὕλας.

Ἀνάγνωσις τοῦ τμθ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τν', τνα', τνβ'

Χελιδὼν <κομπάζουσα> καὶ κορώνη


Image

Ἡ χελιδὼν ὑπερήφανος οὖσα διηγεῖτο τὸν βίον τῇ κορώνῃ. Ἦν γὰρ πάλαι ἡ τοῦ ἐν ταῖς Ἀθήναις βασιλέως θυγάτηρ. Ὑπὸ δὲ τοῦ Τηρέως ὑβρισθεῖσα καὶ τμηθεῖσα τὴν γλῶσσαν εἰς χελιδόνα μετηλλάχθη. Ἡ δὲ κορώνη ὑπολαβοῦσα ἤρετο ὅποσα ἀν ἐλάλει γλῶσσαν ἔχουσα.

Ἀνάγνωσις τοῦ τν' μύθου

Χελώνη καὶ ἀετός

Image

Ἡ χελώνη ἐπιθυμοῦσα τοῦ πέτεσθαι μάλα ἱκέτευε τὸν ἀετὸν διδάσκειν αὐτήν. Καίπερ τούτου παρὰ φύσιν ὄντος, τέλος ὁ ἀετὸς ἀνάρας αὐτὴν τοῖς ὄνυξιν ἀπέπτετο. Ἐπεῖτα δὲ τοῦ αἐτοῦ αὐτὴν ἀφέντος, ἡ χελώνη πεσοῦσα εἰς τὰς πέτρας ἀπέθανεν.

Ἀνάγνωσις τοῦ τνα' μύθου

Χελώνη καὶ λαγωός

Image

Ἐρίδος μετὰ τῆς χελώνης καὶ τοῦ λαγωοῦ οὔσης ὅστις ταχίων εἴη, ἀγὼν ἐστάθη, δηλαδή δρόμος. Ὁ μὲν λαγωὸς καταφρονήσας τῆς χελώνης ἤρξατο καθεύδειν. Ἡ δὲ χελώνη βραδέως βαδίσασα ἐνίκησεν τὸν δρόμον.

Ἀνάγνωσις τοῦ τνβ' μύθου


Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τνγ', τνδ', τνε'

Χῆνες καὶ γέρανοι


Image

Χῆνες καὶ γέρανοι ἐτρέφοντο ἐν τῷ αὐτῷ νέμῳ. Προσελθόντων δὲ ὀρνιθευτῶν αἱ μὲν κοῦφαι γέρανοι ἔφυγον, αἱ δὲ βαρυτέραι χῆνες συνελήφθησαν ἐν τῷ δικτύῳ.

Ἀνάγνωσις τοῦ τνγ' μύθου

Χύτραι

Image

Χύτρα ὀστρακίνη καὶ χύτρα χαλκῆ διεφέροντο ἐν τῷ αὐτῷ ποτάμῳ. Ἡ δὲ ὀστρακίνη ἐδεήθη τῆς χαλκῆς ἀπέχεσθαι ἵνα μὴ ἐκείνην βλάψαι.

Ἀνάγνωσις τοῦ τνδ' μύθου

Ψιττακὸς καὶ γαλῆ

Image

Ψιττακός τις νεωστὶ ἠγορασμένος ἤρξατο κράζειν ἐπὶ τῆς ἑστίας καθήμενος. Ἡ δὲ γαλῆ ἰδοῦσα καὶ πυθομένη τίς ἐκεῖνος εἴη ἐμέμφθη αὐτὸν τῆς τολμῆς. Εἰ γὰρ αὐτὴ τὸ αὐτὸ ἐποίησεν, εὐθὺς οἱ ἄνθρωποι ἔδιωξαν ἄν. Αλλ' ὦ αὕτη, ἔφη ὁ ψιττακός, ἡ φωνή μου ἀρέσκει αὐτοῖς.

Ἀνάγνωσις τοῦ τνε' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· τνϛ', τνζ', τνη'

Ψύλλα καὶ ἀθλητής

Image

Ψύλλα καθίσασα ἐπὶ τὸν πόδα ἀθλητοῦ ἀσθενοῦντός τινος, ἔδακεν. Ὁ μὲν ὀργισθεὶς ἐπειράσατο συλλαβεῖν αὐτήν. Ἡ δὲ ἔφυγεν. Ὁ οὖν ἀθλητὴς ἐμέμψατο τὸν Ἡρακλεᾶ λέγων ὅτι εἰ οὕτω βοηθεῖ ἐπὶ ψύλλαν, πῶς ἐπὶ ἀνταγωνιστήν;

Ἀνάγνωσις τοῦ τνϛ' μύθου

Ψύλλα καὶ ἄνθρωπος

Image

Ψύλλα τις ἔδακνεν ἄνθρωπον. Ὁ δὲ τέλος συλλαβὼν αὐτὴν ἤρετο τίς εἴη ὥστε τρέφεσθαι ἀπ' αὐτοῦ. Αὐτῆς δὲ λεγούσης ὅτι τοῦτο μικρὸν κάκον εἴη τοσούτῳ ἀνθρώπῳ, οὗτος· οὐ πρέπει, ἔφη, τῷ κακῷ μήτε μεγάλῳ μήτε μικρῷ ὄντι ὑπάρχειν. Καὶ ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ τνζ' μύθου

Ψύλλα καὶ βοῦς

Image

Διὰ τί, ἤρετο ἡ ψύλλα, ὦ βοῦς, τοσοῦτος ὤν, δουλεύεις τοῖς ἀνθρώποις, ὧνπερ τῷ αἵματι ἔγωγε τρέφομαι; Ὁ δὲ βοῦς ἀποκρινάμενος, χάριν οἶδα, ἔφη, αὐτοῖς, τοὶς ἐμὲ φιλοῦσί τε καὶ τὸ δέρμα μου τρίβουσιν. Ἀλλ' ὦ οὗτος, εἶπεν ἡ ψύλλα, ἐγὼ ἀποθανοῦμαι διὰ τὴν τρῖψιν.

Ἀνάγνωσις τοῦ τνη' μύθου

Ἡ βίβλος

Πάντες οἱ Αἰσώπειοι μῦθοι

Post Reply