Ἐγὼ μὲν ἤδη ἀκούω τῆς παλαιᾶς Γερμανικῆς ᾠδῆς «Παλεστίναλιδ», ἥ ἑλληνιστῖ «Ἡ τῆς Παλαστίνας ᾠδή» ὀνομάζοιτο ἄν, κἀμοὶ ἐκχεῖ τὸ πνεῦμα τοῦ συγγράφειν, ἵνα συγγράφω τὰ πάντα τὰ εἰς τὴν ψύχην τὴν ἐμὴν ἴοι ἄν. ἡ δὲ ᾠδὴ διηγῇ περὶ τὰς σταυροφορίας τῶν Χριστιάνων ἐν τοῖς Μεσαιῶσι, αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.
Ὁ τῆς ᾠδῆς ποιητής, ὁ Βάλτερ Φὸν Δὲρ Φόγελβαλδ
(Ἡ δὲ ᾠδὴ ἐνθάδε ἀκούεσθαι δύναται: https://www.youtube.com/watch?v=J_zjgZJOFl4)
Αἱ σταυροφορίαι ἤρχοντο ὅτε ὁ πάπα Οὐρβάνος ὁ δεύτερος, παρακαλεσαμένου αὐτοῦ τοῦ τῶν Ῥωμαίων αὐτοκράτωρος Ἀλέξιου ὁ πρῶτος εἰς τὸ μάχεσθαι τοῖς Tουρκοῖς οἷς τῇ αὐτοῦ γῇ ἐφέστησαν, λόγον ἐποίησεν ἐν τῇ πόλει τῇ Κλερμώνι ὡς τοὺς Χριστιάνους χρῴη τοῖς Μουσλίμοις πολεμεῖν, τήν τε ἱερὴν πόλιν Ἱεροσόλυμαν ἀναιρεῖν ὅπως αὖθις δυναστῶσι οἱ Χριστιάνοι ὁδοιπόροι τοὺς τῶν πόνων τοῦ Χριστοῦ τόπους ἀσφαλῶς ἐπισκοπεῖν.
Ὁ Οὐρβάνος ἐπὶ τῇ Κλερμώνι
Οἱ δὲ ἱππεὶς τῆς Εὐρώπης καὶ οἱ ταπείνοι ἅμα τὴν ἀγγέλιαν ἡδέως ἐπεδέξαντο, σταύρους δὲ ἐπὶ τοῖς αὐτῶν στήθεσι ῥάπτειν ἤρχοντο, παρασκεύομενοι ἑαυτοὺς εἰς τὸν μέγαν πόλεμον ὑπὲρ τῆς ἅγιας γῆς καὶ τῆς τῶν αὐτῶν ψύχων καθάρσεως .
Ἱππεὶς καὶ γυνὴ ὑπὲρ τῆς σταυροφορίας τὴν πατρίαν λιπόντες
Πρώτος μὲν στράτον ἡγεῖτο εἰς πόλεμον Πέτρος ὁ «Ἐρῆμος» καλούμενος, ὁ δὲ αὐτοῦ στράτος ἐκ τῶν πτώχων καὶ τῶν ἄδολων γεωργῶν, τῶν παίδών τε γυναικῶν συνέστησεν. Διὸ καὶ τοὺς Οὑνγαροὺς ἥρπαξαν καὶ τοὺς ἐν τῇ Κωνσταντινούπολῃ Ῥωμαίους ὕβρισαν, οὐδμίαν βοηθείαν ἑαυτοῖς εὗρον, καὶ ταχὺ τοῖς Τούρκοις ἐσφάλθησαν. Αὕτη ἡ ἄκαρπος σταυροφορία, διὰ τὸ μηδὲν αὐτῇ ὑπαρχεῖν οὔτε ἱππεὶς οὔτε γεγυμνσαμένοι στρατιώται, «ἡ τῶν χωρίτων σταυροφορία» ὀνομάζεται.
Ὁ Πέτρος, τοῖς Ῥωμαίοις διαφωνῶν
Τὴν δὲ πρώτην σταυροφορίαν, τὴν μόνην αὐτῶν ἥ παντελῶς εὐτυχὴς ἦν, ἥγοντο ὁ Γοδέφροι τῆς Βολόνιας καὶ ὁ ἀδελφὸς αὐτοῦ Βάλδεουιν, Ῥοβέρτος ὁ τῆς Φλανδέριας στρατηγὸς, ὁ Βοέμονδ τοῦ Τάραντος, καὶ ὁ Τάνκρεδ τοῦ Αὐτέβιλ, καὶ δὴ καὶ Ῥοβέρτος τῆς Νορμανδίας, ὁ τοῦ τῶν Ἀγγλῶν βασιλέως Οὐιλιάμου τοῦ δευτέρου ἀδελφός.
Οἱ στρατηγοὶ, ὅτε πρὸς τὴν Παλαστίναν ἐπήρχοντο, πολιουρκίαν μηνὸς καὶ ἡμιμηνὸς ἐποίησαν πρὸς τὴν Ἱεροσόλυμαν. Τὸ μὲν καῦμα τοῦ θέρου σφᾶς κτείεν ἔμελλε, οἱ δὲ πολέμιοι ἰσχυρῶς αὐτοῖς ἀνθίστασαν .
Ὀ Γόδεφροι, τὸ τῆς σταυροφορίας σημεῖον κρατῶν ἐπὶ τῇ Ἱεροσόλυμᾳ
Ὕστερον δὲ, οἱ σταυροφόροι τῇ ῥώμῃ καὶ ἵσως τῇ εὐχῇ τὴν πόλιν τὴν ἅγιαν ἀνεῖλον, τούς τε οἰκοῦντας διέφθειραν, ἐν οἷς ἦσαν καὶ Ἰουδαίοι καὶ Μουσλίμοι. Μετὰ τὴν πολιουρκίαν, ἐπέστησαν οἱ Χριστιάνοι τρεῖς ἀρχὰς ἐν τῇ ἀναιρεθείσῃ γῇ, ἐν αἷς δύο ἦσαν βασιλεῖαι, ἡ τῆς Ἱεροσόλυμας καὶ ἡ τῆς Ἀντιόχειας, καὶ μία στρατηγία, ἡ τῆς Ἔδεσας.
Τὸ τῆς βασιλείας τῆς Ἱεροσόλυμας σημεῖον
Περὶ τῆς Πρώτης Σταυροφορίας
-
- Textkit Neophyte
- Posts: 82
- Joined: Thu Aug 13, 2015 6:42 pm
- Location: Israel
Περὶ τῆς Πρώτης Σταυροφορίας
Last edited by Amplaos on Mon Jun 13, 2016 2:13 pm, edited 1 time in total.
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·
"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."

- bedwere
- Global Moderator
- Posts: 5102
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
Εὖγε. Ἐν δὴ ταύταις ταῖς ἡμέραις ἀκούω τὴν Ἰταλικὴν ᾠδὴν ἣ καλεῖται τὰ Ἱεροσόλυμα ἠλευθερωμένα.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
ὧ χαῖρε, φίλε Ἀμπλάος. τὴν διήγησιν φιλῶ λίαν. καλὸς γὰρ συγγραφεὺς σὺ εἶ. πάντα δὲ λόγους σου κατέλαβον. ἐν δὲ ταῖς εἰκοῦσι εὐδόκησα.
ἐλπίζω δ' ὡς τὸ πνεῦμά σε ἄγει, οὕτως πάλιν γράψεις. πολλὰ δὲ χαίρων ἴθι δή!
καλῶς ποιεῖ τὸ πνεῦμα!Amplaos wrote:κἀμοὶ ἐκχεῖ τὸ πνεῦμα τοῦ συγγράφειν, ἵνα συγγράφω τὰ πάντα τὰ εἰς τὴν ψύχην τὴν ἐμὴν ἴοι ἄν.
χαίρω ἀκούω τὴν ᾠδὴν.Amplaos wrote:(Ἡ δὲ ᾠδὴ ἐνθάδε ἀκούεσθαι δύναται: https://www.youtube.com/watch?v=J_zjgZJOFl4)
θῶμεν δὲ τὸν σταυρὸν ἐπὶ ταῖς καρδίαις ἡμῶν!Amplaos wrote:σταύρους δὲ ἐπὶ τοῖς αὐτῶν στήθεσι ῥάπτειν ἤρχοντο...
πάνυ γε. ὁ γὰρ Ἰάκωβος λέγει ὅτι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» (5:16)Amplaos wrote:Ὕστερον δὲ, οἱ σταυροφόροι τῇ ῥώμῃ καὶ ἵσως τῇ εὐχῇ τὴν πόλιν τὴν ἅγιαν ἀνεῖλον.
ἐλπίζω δ' ὡς τὸ πνεῦμά σε ἄγει, οὕτως πάλιν γράψεις. πολλὰ δὲ χαίρων ἴθι δή!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Textkit Neophyte
- Posts: 82
- Joined: Thu Aug 13, 2015 6:42 pm
- Location: Israel
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
bedwere wrote:Εὖγε.
Χάριν σφῷν τῶνδε λόγων ἕνεκα. Τῷ μὲν παρόντι ἀσχολίαν ἔχω διὰ τὰς δοκιμασίας (ἤ δὴ τοὺς βασανούς), μετὰ δὲ ταύτας ἐν νῷ ἔχω ὡς καθ' ἡμέραν καὶ Ἑλληνιστῖ καὶ Ῥωμαιστῖ συγγράφω ἐπὶ τήνδε κοινωνίαν, ὅπως καλλιστὴν ποιῶ τὴν τέχνην τὴν ἐμὴν ἐν δυοῖν τοῖν γλώσσαιν.Markos wrote: καλὸς γὰρ συγγραφεὺς σὺ εἶ. πάντα δὲ λόγους σου κατέλαβον. ἐν δὲ ταῖς εἰκοῦσι εὐδόκησα.
ἐλπίζω δ' ὡς τὸ πνεῦμά σε ἄγει, οὕτως πάλιν γράψεις. πολλὰ δὲ χαίρων ἴθι δή!
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·
"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."
"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."
- bedwere
- Global Moderator
- Posts: 5102
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
Προσδοκῶ οὖν τὰς συγγραφάς σου. Ἐὰν δὲ εὕρῃς ἁμαρτίας ἐν ταῖς ἐμαῖς, διόρθωσόν με, ἀντιβολῶ. Ἁμαρτωλός γάρ εἰμι.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- opoudjis
- Textkit Member
- Posts: 116
- Joined: Tue Oct 03, 2017 2:54 am
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
Γέγραφε μὲν τὸ πάλαι Ἄμπλαος·
ποικίλας δὲ μορφὰς ἔλαβε ἐν τῇ ἑλληνικῇ ἡ ἀραβικὴ λέξις muslim, ἁλλ’ οὐδέποτε ὡς «μουσλίμος» ἐρρήθη. συχνοτάτως ὡς «μουσουλμάνος» ἐρρήθη, ὃ τὴν περσικὴν καὶ τουρκικὴν μορφὴν τῆς λέξεως πλησιοῖ· ἐν ἑνὶ δ’ ἔτι χρονικῷ τοῦ ιϛʹ αἰῶνος (τὸ «τῶν Σουλτάνων» κληθέν) ὡς «μουσελλίμης».Amplaos wrote:αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.
-
- Textkit Neophyte
- Posts: 82
- Joined: Thu Aug 13, 2015 6:42 pm
- Location: Israel
Re: Περὶ τῆς Πρώτης Σταυροφορίας
Χάρίν σοι οἶδα, ὦ ἄρτι δεῦρο ἐληλυθὼς φίλε! Οἶδα καί σου τὴν ἐν ἑλληνικοῖς γνώμην πολλὴν οὖσαν, οὗ ἕνεκεν τὰς ἐνταῦθα σὰς συγγραφάς ἡδοῦμαι ἀναγιγνώσκων.opoudjis wrote:Γέγραφε μὲν τὸ πάλαι Ἄμπλαος·