Περὶ τῆς Πρώτης Σταυροφορίας

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Amplaos
Textkit Neophyte
Posts: 82
Joined: Thu Aug 13, 2015 6:42 pm
Location: Israel

Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by Amplaos »

Ἐγὼ μὲν ἤδη ἀκούω τῆς παλαιᾶς Γερμανικῆς ᾠδῆς «Παλεστίναλιδ», ἥ ἑλληνιστῖ «Ἡ τῆς Παλαστίνας ᾠδή» ὀνομάζοιτο ἄν, κἀμοὶ ἐκχεῖ τὸ πνεῦμα τοῦ συγγράφειν, ἵνα συγγράφω τὰ πάντα τὰ εἰς τὴν ψύχην τὴν ἐμὴν ἴοι ἄν. ἡ δὲ ᾠδὴ διηγῇ περὶ τὰς σταυροφορίας τῶν Χριστιάνων ἐν τοῖς Μεσαιῶσι, αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.

Image
Ὁ τῆς ᾠδῆς ποιητής, ὁ Βάλτερ Φὸν Δὲρ Φόγελβαλδ

(Ἡ δὲ ᾠδὴ ἐνθάδε ἀκούεσθαι δύναται: https://www.youtube.com/watch?v=J_zjgZJOFl4)

Αἱ σταυροφορίαι ἤρχοντο ὅτε ὁ πάπα Οὐρβάνος ὁ δεύτερος, παρακαλεσαμένου αὐτοῦ τοῦ τῶν Ῥωμαίων αὐτοκράτωρος Ἀλέξιου ὁ πρῶτος εἰς τὸ μάχεσθαι τοῖς Tουρκοῖς οἷς τῇ αὐτοῦ γῇ ἐφέστησαν, λόγον ἐποίησεν ἐν τῇ πόλει τῇ Κλερμώνι ὡς τοὺς Χριστιάνους χρῴη τοῖς Μουσλίμοις πολεμεῖν, τήν τε ἱερὴν πόλιν Ἱεροσόλυμαν ἀναιρεῖν ὅπως αὖθις δυναστῶσι οἱ Χριστιάνοι ὁδοιπόροι τοὺς τῶν πόνων τοῦ Χριστοῦ τόπους ἀσφαλῶς ἐπισκοπεῖν.

Image
Ὁ Οὐρβάνος ἐπὶ τῇ Κλερμώνι

Οἱ δὲ ἱππεὶς τῆς Εὐρώπης καὶ οἱ ταπείνοι ἅμα τὴν ἀγγέλιαν ἡδέως ἐπεδέξαντο, σταύρους δὲ ἐπὶ τοῖς αὐτῶν στήθεσι ῥάπτειν ἤρχοντο, παρασκεύομενοι ἑαυτοὺς εἰς τὸν μέγαν πόλεμον ὑπὲρ τῆς ἅγιας γῆς καὶ τῆς τῶν αὐτῶν ψύχων καθάρσεως .

Image

Ἱππεὶς καὶ γυνὴ ὑπὲρ τῆς σταυροφορίας τὴν πατρίαν λιπόντες


Πρώτος μὲν στράτον ἡγεῖτο εἰς πόλεμον Πέτρος ὁ «Ἐρῆμος» καλούμενος, ὁ δὲ αὐτοῦ στράτος ἐκ τῶν πτώχων καὶ τῶν ἄδολων γεωργῶν, τῶν παίδών τε γυναικῶν συνέστησεν. Διὸ καὶ τοὺς Οὑνγαροὺς ἥρπαξαν καὶ τοὺς ἐν τῇ Κωνσταντινούπολῃ Ῥωμαίους ὕβρισαν, οὐδμίαν βοηθείαν ἑαυτοῖς εὗρον, καὶ ταχὺ τοῖς Τούρκοις ἐσφάλθησαν. Αὕτη ἡ ἄκαρπος σταυροφορία, διὰ τὸ μηδὲν αὐτῇ ὑπαρχεῖν οὔτε ἱππεὶς οὔτε γεγυμνσαμένοι στρατιώται, «ἡ τῶν χωρίτων σταυροφορία» ὀνομάζεται.

Image


Ὁ Πέτρος, τοῖς Ῥωμαίοις διαφωνῶν


Τὴν δὲ πρώτην σταυροφορίαν, τὴν μόνην αὐτῶν ἥ παντελῶς εὐτυχὴς ἦν, ἥγοντο ὁ Γοδέφροι τῆς Βολόνιας καὶ ὁ ἀδελφὸς αὐτοῦ Βάλδεουιν, Ῥοβέρτος ὁ τῆς Φλανδέριας στρατηγὸς, ὁ Βοέμονδ τοῦ Τάραντος, καὶ ὁ Τάνκρεδ τοῦ Αὐτέβιλ, καὶ δὴ καὶ Ῥοβέρτος τῆς Νορμανδίας, ὁ τοῦ τῶν Ἀγγλῶν βασιλέως Οὐιλιάμου τοῦ δευτέρου ἀδελφός.
Οἱ στρατηγοὶ, ὅτε πρὸς τὴν Παλαστίναν ἐπήρχοντο, πολιουρκίαν μηνὸς καὶ ἡμιμηνὸς ἐποίησαν πρὸς τὴν Ἱεροσόλυμαν. Τὸ μὲν καῦμα τοῦ θέρου σφᾶς κτείεν ἔμελλε, οἱ δὲ πολέμιοι ἰσχυρῶς αὐτοῖς ἀνθίστασαν .

Image
Ὀ Γόδεφροι, τὸ τῆς σταυροφορίας σημεῖον κρατῶν ἐπὶ τῇ Ἱεροσόλυμᾳ

Ὕστερον δὲ, οἱ σταυροφόροι τῇ ῥώμῃ καὶ ἵσως τῇ εὐχῇ τὴν πόλιν τὴν ἅγιαν ἀνεῖλον, τούς τε οἰκοῦντας διέφθειραν, ἐν οἷς ἦσαν καὶ Ἰουδαίοι καὶ Μουσλίμοι. Μετὰ τὴν πολιουρκίαν, ἐπέστησαν οἱ Χριστιάνοι τρεῖς ἀρχὰς ἐν τῇ ἀναιρεθείσῃ γῇ, ἐν αἷς δύο ἦσαν βασιλεῖαι, ἡ τῆς Ἱεροσόλυμας καὶ ἡ τῆς Ἀντιόχειας, καὶ μία στρατηγία, ἡ τῆς Ἔδεσας.

Image

Τὸ τῆς βασιλείας τῆς Ἱεροσόλυμας σημεῖον
Last edited by Amplaos on Mon Jun 13, 2016 2:13 pm, edited 1 time in total.
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·

"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by bedwere »

Εὖγε. Ἐν δὴ ταύταις ταῖς ἡμέραις ἀκούω τὴν Ἰταλικὴν ᾠδὴν ἣ καλεῖται τὰ Ἱεροσόλυμα ἠλευθερωμένα.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by Markos »

ὧ χαῖρε, φίλε Ἀμπλάος. τὴν διήγησιν φιλῶ λίαν. καλὸς γὰρ συγγραφεὺς σὺ εἶ. πάντα δὲ λόγους σου κατέλαβον. ἐν δὲ ταῖς εἰκοῦσι εὐδόκησα.
Amplaos wrote:κἀμοὶ ἐκχεῖ τὸ πνεῦμα τοῦ συγγράφειν, ἵνα συγγράφω τὰ πάντα τὰ εἰς τὴν ψύχην τὴν ἐμὴν ἴοι ἄν.
καλῶς ποιεῖ τὸ πνεῦμα!
Amplaos wrote:(Ἡ δὲ ᾠδὴ ἐνθάδε ἀκούεσθαι δύναται: https://www.youtube.com/watch?v=J_zjgZJOFl4)
χαίρω ἀκούω τὴν ᾠδὴν.
Amplaos wrote:σταύρους δὲ ἐπὶ τοῖς αὐτῶν στήθεσι ῥάπτειν ἤρχοντο...
θῶμεν δὲ τὸν σταυρὸν ἐπὶ ταῖς καρδίαις ἡμῶν!
Amplaos wrote:Ὕστερον δὲ, οἱ σταυροφόροι τῇ ῥώμῃ καὶ ἵσως τῇ εὐχῇ τὴν πόλιν τὴν ἅγιαν ἀνεῖλον.
πάνυ γε. ὁ γὰρ Ἰάκωβος λέγει ὅτι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» (5:16)

ἐλπίζω δ' ὡς τὸ πνεῦμά σε ἄγει, οὕτως πάλιν γράψεις. πολλὰ δὲ χαίρων ἴθι δή!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Amplaos
Textkit Neophyte
Posts: 82
Joined: Thu Aug 13, 2015 6:42 pm
Location: Israel

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by Amplaos »

bedwere wrote:Εὖγε.
Markos wrote: καλὸς γὰρ συγγραφεὺς σὺ εἶ. πάντα δὲ λόγους σου κατέλαβον. ἐν δὲ ταῖς εἰκοῦσι εὐδόκησα.
ἐλπίζω δ' ὡς τὸ πνεῦμά σε ἄγει, οὕτως πάλιν γράψεις. πολλὰ δὲ χαίρων ἴθι δή!
Χάριν σφῷν τῶνδε λόγων ἕνεκα. Τῷ μὲν παρόντι ἀσχολίαν ἔχω διὰ τὰς δοκιμασίας (ἤ δὴ τοὺς βασανούς), μετὰ δὲ ταύτας ἐν νῷ ἔχω ὡς καθ' ἡμέραν καὶ Ἑλληνιστῖ καὶ Ῥωμαιστῖ συγγράφω ἐπὶ τήνδε κοινωνίαν, ὅπως καλλιστὴν ποιῶ τὴν τέχνην τὴν ἐμὴν ἐν δυοῖν τοῖν γλώσσαιν.
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·

"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by bedwere »

Προσδοκῶ οὖν τὰς συγγραφάς σου. Ἐὰν δὲ εὕρῃς ἁμαρτίας ἐν ταῖς ἐμαῖς, διόρθωσόν με, ἀντιβολῶ. Ἁμαρτωλός γάρ εἰμι. :D

User avatar
opoudjis
Textkit Member
Posts: 116
Joined: Tue Oct 03, 2017 2:54 am

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by opoudjis »

Γέγραφε μὲν τὸ πάλαι Ἄμπλαος·
Amplaos wrote:αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.
ποικίλας δὲ μορφὰς ἔλαβε ἐν τῇ ἑλληνικῇ ἡ ἀραβικὴ λέξις muslim, ἁλλ’ οὐδέποτε ὡς «μουσλίμος» ἐρρήθη. συχνοτάτως ὡς «μουσουλμάνος» ἐρρήθη, ὃ τὴν περσικὴν καὶ τουρκικὴν μορφὴν τῆς λέξεως πλησιοῖ· ἐν ἑνὶ δ’ ἔτι χρονικῷ τοῦ ιϛʹ αἰῶνος (τὸ «τῶν Σουλτάνων» κληθέν) ὡς «μουσελλίμης».

Amplaos
Textkit Neophyte
Posts: 82
Joined: Thu Aug 13, 2015 6:42 pm
Location: Israel

Re: Περὶ τῆς Πρώτης Σταυροφορίας

Post by Amplaos »

opoudjis wrote:Γέγραφε μὲν τὸ πάλαι Ἄμπλαος·
Amplaos wrote:αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.
ποικίλας δὲ μορφὰς ἔλαβε ἐν τῇ ἑλληνικῇ ἡ ἀραβικὴ λέξις muslim, ἁλλ’ οὐδέποτε ὡς «μουσλίμος» ἐρρήθη. συχνοτάτως ὡς «μουσουλμάνος» ἐρρήθη, ὃ τὴν περσικὴν καὶ τουρκικὴν μορφὴν τῆς λέξεως πλησιοῖ· ἐν ἑνὶ δ’ ἔτι χρονικῷ τοῦ ιϛʹ αἰῶνος (τὸ «τῶν Σουλτάνων» κληθέν) ὡς «μουσελλίμης».
Χάρίν σοι οἶδα, ὦ ἄρτι δεῦρο ἐληλυθὼς φίλε! Οἶδα καί σου τὴν ἐν ἑλληνικοῖς γνώμην πολλὴν οὖσαν, οὗ ἕνεκεν τὰς ἐνταῦθα σὰς συγγραφάς ἡδοῦμαι ἀναγιγνώσκων.
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·

"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."

Post Reply