The Unification of Japan (and other things)

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Maybells
Textkit Neophyte
Posts: 5
Joined: Mon Apr 29, 2019 12:45 pm

The Unification of Japan (and other things)

Post by Maybells »

χαίρετε πάντες! I enjoy writing in Greek in my free time, and occasionally take a brake from my larger projects to write something shorter. Below is a short essay on the unification of Japan. I would appreciate any advice, whether on any improper grammar/vocabulary or if the meaning ever comes across as unclear. I also intend to post my future writings here.

ἐν τῷ δεκάτῳ ἕκτῳ (ις`) αἰῶνι ἐν τῇ Ἰαπωνίᾳ πολλοὶ στρατηγοὶ ἀλλήλοις ἐμάχοντο βουλόμενοι γίγνεσθαι ὁ πάσης τῆς Ἰαπωνίας βασιλεύς. οὗτος δὲ ὁ χρόνος καλεῖται ὑπὸ τῶν νῦν Ἰαπώνων ὁ τῶν πολεμούντων πόλεων αἰών. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἦσαν τρεῖς στρατηγοὶ οἳ πάντα τὴν Ἰαπωνίαν νικήσαντες τὸν αἰῶνα ἐτελεύτησαν, περί τε ὧν λόγος ἐστίν. οὗτος ὁ λόγος οὐκ ἀληθῶς μὲν ἐγένετο, εὖ δὲ δείκνυσι τὰς τῶν στρατηγῶν ἰδιότητας ὅπως τε οὕτω πολλοὺς ἐνίκησαν.

ΟΙ ΣΤΡΑΤΗΓΟΙ ΚΑΙ ΑΙ ΟΡΝΙΘΕΣ

λέγουσιν οἱ Ἰάπωνες ὅτι πάλαι οἱ τρεῖς μέγιστοι στρατηγοὶ, Νοβύναγά τε Ἱδείοσί τε καὶ Ἰείασυ τὰ ὀνόματα, ἐν κήπῳ τινὶ διελέγοντο ἐπεὶ ὄρνις εἰς τὸν κῆπον ἦλθεν. πάντες δὲ οἱ στρατηγοὶ ᾖσαν τὰς τούτου τοῦ γένους ὄρνιθας κάλλιστον φωνεῖν, ἀλλ' αὕτη ἡ ὄρνις οὐκ ἐφώνει.

ὁ οὖν Νοβύναγα ὀργισθείς, "εἰ μὴ φωνήσεις," ἔφη, "ὦ ὄρνις, σὲ ἀποκτενῶ."

ἀλλ' ἡ ὄρνις τοῦτο ἀκούσασα οὐκ ἐφώνησεν, αὐτὴν δὲ ἀπέκτεινεν ὁ Νοβύναγα.

ὁ Νοβύναγα, ἐμπειρότατος τὸ πολεμεῖν, πλείστους τοὺς ἄλλους μαχομένους στρατηγοὺς ἐνίκησεν. ὁ γὰρ πρῶτος ἐν τῇ Ἰαπωνία τοῖς στρατιώταις πυροβόλους ἔδωκεν, ἐτίμα δὲ τοὺς στρατιώτας οὐ κατὰ γένος, ὡς οἱ πρότεροι, ἀλλὰ κατ' ἐμπειρίαν. πολλοὺς μὲν ἐνίκησεν, οὐδὲ ἐτελεύτησεν τὸν πολεμούντων πόλεων αἰῶνα. ἀπέθανεν γὰρ ὑπό τινος τῶν αὑτοῦ στρατηγῶν πρὶν πάντας νικῆσαι. διὰ δὲ ταῦτα ἐν τῷ λόγῳ κελεύει μὲν μάτην τὴν ὄρνιθα φωνεῖν, ἀποκτείνει δὲ αὐτὴν οὐ φωνοῦσαν.

ἐν τῷ λόγῳ αὖθις αὐτῶν ἐν τῷ κήπῳ διαλεγομένων ὄρνις ἦλθεν οὐ φωνοῦσα.

ὁ δὲ Ἱδειοσι καὶ ἐπειρᾶτο· "εἰ μὴ φωνήσεις," ἔφη, "ὦ ὄρνις, σὲ φωνεῖν πείσω."

αὐτῇ δὲ ἔδωκεν πολὺν σῖτον, ἀλλ' οὐκ ἐφώνησεν. τέλος δὲ ἀπῆλθεν οὐκέτι φωνήσασα.

ὁ Ἱδείοσι ἦν στρατιώτης τοῦ Νοβύναγα ὃς διὰ τὴν ἐμπειρίαν ἐγένετο στρατηγός. μετὰ δὲ τὸν Νοβύναγα ἀποθανόντα ἐγένετο ὁ πάντων τῶν τοῦ Νοβύναγα στρατιωτῶν ἄρχων. ἀλλ' οὐκ ἦν ὁ Ἱδείοσι, ὡς ὁ Νοβύναγα, καλὸς τὸ πολεμεῖν· πολλάκις πολεμεῖν ἐπὶ τὴν Κορέαν ἐπειρᾶτο, πολλάκις δὲ ἐνικήθη. οὐ μὲν ἦν καλὸς τὸ πολεμεῖν, ἐμπειρότατος δὲ ἦν τὸ πείθειν· πολλοὺς γὰρ ἄλλους στρατηγοὺς ἔπειθε συμμάχεσθαι αὑτῷ. ἐπειρᾶτο οὖν ἐν τῷ λόγῳ τὴν ὄρνιθα πείθειν, ἀλλὰ μάτην ἐπειρᾶτο· ἀπέθανεν γὰρ πρὶν πάντας τοὺς τῆς Ἰαπωνίας στρατηγοὺς πείθειν.

ὕστερον ἐν τῷ λόγῳ ἦλθεν ἄλλη ὄρνις, ὁ δὲ Ἰείασυ καὶ πειρώμενος, "εἰ μὴ φωνήσεις," ἔφη, "ὦ ὄρνις, σὲ φωνεῖν μενῶ."

τῆς δὲ ὄρνιθος οὐ φωνούσης ὁ Ἰείασυ πολὺν χρόνον ἔμεινεν, τέλος δὲ ἐφώνησεν.

τοῦ Ἱδείοσι ἀποθανόντος ὁ υἱὸς αὐτοῦ βασιλεὺς ἐγένετο, ἀλλ' ἔτι νέος ὢν οὐκ ἀληθῶς αὐτὸς ἐβασίλευεν. ἀντὶ γὰρ αὐτοῦ ἐβασίλευον οἱ ἄριστοι τοῦ Ἱδείοσι στρατηγοί· ἐν δὲ τούτοις ἦν ὁ Ἰείασυ. μετ' ὀλίγον χρόνον ἀπέθανεν ὁ μέγιστος τῶν βασιλευόντων στρατηγῶν, ὁ δὲ Ἰείασυ ἐπολέμησεν ἐπὶ τοὺς ἄλλους, βουλόμενος μόνος εἶναι βασιλεύς. ἐνίκησεν δὲ ὁ Ἰείασυ οὐ μόνον τοὺς ἄλλους βασιλεύοντας στρατηγούς, ἀλλὰ καὶ πάντα τὴν Ἰαπωνίαν.

λέγεται οὖν ἐν τῷ λόγῳ ὁ Ἰείασυ τὴν ὄρνιθα μένειν ἐπεὶ ἔμενεν τόν τε Ἱδείοσι τόν τε μέγιστον αὐτοῦ στρατηγὸν ἀποθανεῖν πρὶν πολεμῆσαι. ἡ δὲ ὄρνις ἐφώνησεν ἐπεὶ τοῦ τε Νοβύναγα τοῦ τε Ἱδείοσι μάτην πειρασαμένων ὁ Ἰείασυ πάντα τὴν Ἰαπωνίαν νικήσας τὸν αἰῶνα ἐτελεύτησεν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: The Unification of Japan (and other things)

Post by bedwere »

εἰ μὴ φωνήσεις, --> ἐὰν μὴ φφωνήσῃς, :?:

πάντα τὴν Ἰαπωνίαν --> πᾶσαν τὴν Ἰαπωνίαν

Post Reply